Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.99.2 | Hdt. 8.100.4 (English) | >>Hdt. 8.101.2 |
8.100.2 “δέσποτα , μήτε λυπέο μήτε συμφορὴν μηδεμίαν μεγάλην ποιεῦ τοῦδε τοῦ γεγονότος εἵνεκα πρήγματος . οὐ γὰρ ξύλων ἀγὼν ὁ τὸ πᾶν φέρων ἐστὶ ἡμῖν , ἀλλʼ ἀνδρῶν τε καὶ ἵππων . σοὶ δὲ οὔτε τις τούτων τῶν τὸ πᾶν σφίσι ἤδη δοκεόντων κατεργάσθαι ἀποβὰς ἀπὸ τῶν νεῶν πειρήσεται ἀντιωθῆναι οὔτʼ ἐκ τῆς ἠπείρου τῆσδε · οἵ τε ἡμῖν ἠντιώθησαν , ἔδοσαν δίκας .
8.100.3 εἰ μέν νυν δοκέει , αὐτίκα πειρώμεθα τῆς Πελοποννήσου · εἰ δὲ καὶ δοκέει ἐπισχεῖν , παρέχει ποιέειν ταῦτα . μηδὲ δυσθύμεε · οὐ γὰρ ἔστι Ἕλλησι οὐδεμία ἔκδυσις μὴ οὐ δόντας λόγον τῶν ἐποίησαν νῦν τε καὶ πρότερον εἶναι σοὺς δούλους . μάλιστα μέν νυν ταῦτα ποίεε · εἰ δʼ ἄρα τοι βεβούλευται αὐτὸν ἀπελαύνοντα ἀπάγειν τὴν στρατιήν , ἄλλην ἔχω καὶ ἐκ τῶνδε βουλήν .
8.100.4 σὺ Πέρσας , βασιλεῦ , μὴ ποιήσῃς καταγελάστους γενέσθαι Ἕλλησι · οὐδὲ γὰρ ἐν Πέρσῃσί τοί τι δεδήληται τῶν πρηγμάτων , οὐδʼ ἐρέεις ὅκου ἐγενόμεθα ἄνδρες κακοί . εἰ δὲ Φοίνικές τε καὶ Αἰγύπτιοι καὶ Κύπριοί τε καὶ Κίλικες κακοὶ ἐγένοντο , οὐδὲν πρὸς Πέρσας τοῦτο προσήκει τὸ πάθος .
8.100.5 ἤδη ὦν , ἐπειδὴ οὐ Πέρσαι τοι αἴτιοι ἐισί , ἐμοὶ πείθεο · εἴ τοι δέδοκται μὴ παραμένειν , σὺ μὲν ἐς ἤθεα τὰ σεωυτοῦ ἀπέλαυνε τῆς στρατιῆς ἀπάγων τὸ πολλόν , ἐμὲ δὲ σοὶ χρὴ τὴν Ἑλλάδα παρασχεῖν δεδουλωμένην , τριήκοντα μυριάδας τοῦ στρατοῦ ἀπολεξάμενον .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.99.2 | Hdt. 8.100.4 (English) | >>Hdt. 8.101.2 |